Video Discription |
https://www.byzantino-melourgima.gr/ https://www.byzantino-melourgima.com/ Κάνε εγγραφή στο κανάλι. Πάτησε εδώ: https://bit.ly/3maAztz ᾨδὴ α', Κανὼν Ἀναστάσιμος. - Ὀκτώηχος
Ἦχος πλ. β΄
Ὁ Εἱρμὸς
΄΄Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ΄΄. κανόνας οκταήχου .Ήχος πλ.΄του β.΄ Θανάσης Δασκαλοθανάσης.
«Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ,
ἐν ἀβύσσῳ ἴχνεσι,
τὸν διώκτην Φαραώ,
καθορῶν ποντούμενον,
Θεῷ ἐπινίκιον ᾠδήν, ἐβόα, ᾄσωμεν».
Ἐκτεταμέναις παλάμαις ἐπὶ Σταυροῦ, πατρικῆς ἐπλήρωσας, εὐδόκίας ἀγαθέ, Ἰησοῦ τὰ σύμπαντα· διό, ἐπινίκιον ᾠδήν, σοὶ πάντες ᾄσωμεν.
Φόβῳ σοι ὡς θεραπαινὶς ἡ τελευτή, προσταχθεῖσα πρόσεισι, τῷ Δεσπότῃ τῆς ζωῆς, δι' αὐτῆς βραβεύοντι ἡμῖν, ἀτελεύτητον ζωήν, καὶ τὴν Ἀνάστασιν.
Θεοτοκίον
Τὸν ἑαυτῆς δεξαμένη Δημιουργόν, ὡς αὐτὸς ἠθέλησεν, ἐξ ἀσπόρου σου γαστρός, ὑπὲρ νοῦν σαρκούμενον Ἁγνή, τῶν κτισμάτων ἀληθῶς, ἐδείχθης Δέσποινα.
ᾨδὴ γ', Κανὼν Ἀναστάσιμος. - Ὀκτώηχος
Ἦχος πλ. β΄
Ὁ Εἱρμὸς
«Οὔκ ἐστιν ἅγιος ὡς σὺ, Κύριε ὁ Θεός μου,
ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ,
καὶ στερεώσας αὐτούς,
ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου».
Θεὸν σταυρούμενον σαρκί, καθορῶσα ἡ κτίσις, διελύετο φόβῳ, ἀλλὰ τῇ συνεκτικῇ, παλάμῃ τοῦ δι' ἡμᾶς, σταυρωθέντος, κραταιῶς συνείχετο.
Θανάτῳ θάνατος λυθείς, κεῖται δείλαιος ἄπνους· τῆς ζωῆς γὰρ μὴ φέρων, τὴν ἔνθεον προσβολήν, νεκροῦται ὁ ἰσχυρός, καὶ δωρεῖται, πᾶσιν ἡ Ἀνάστασις.
Θεοτοκίον
Τοῦ θείου τόκου σου Ἁγνή, πᾶσαν φύσεως τάξιν, ὑπερβαίνει τὸ θαῦμα· Θεὸν γὰρ ὑπερφυῶς, συνέλαβες ἐν γαστρί, καὶ τεκοῦσα, μένεις ἀειπάρθενος. [VQliWeJYfpE] |